Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.251 Joseph. BJ 5.259 (English) >>Joseph. BJ 5.264

5.256οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλʼ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δʼ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον. 5.257φημὶ γὰρ ὡς τὴν μὲν πόλιν στάσις, Ῥωμαῖοι δʼ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα· καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δʼ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται. 5.258

Τῶν γε μὴν ἔνδον οὕτως διακειμένων Τίτος μετʼ ἐπιλέκτων ἱππέων περιιὼν ἔξωθεν προσβάλλοι τοῖς τείχεσι κατεσκέπτετο. 5.259ἀπορουμένῳ δὲ πάντοθεν, οὔτε γὰρ κατὰ τὰς φάραγγας ἦν προσιτὸν καὶ κατὰ θάτερα τὸ πρῶτον τεῖχος ἐφαίνετο τῶν ὀργάνων στερεώτερον, ἐδόκει κατὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον προσβαλεῖν· 5.260ταύτῃ γὰρ τό τε πρῶτον ἦν ἔρυμα χθαμαλώτερον καὶ τὸ δεύτερον οὐ συνῆπτεν ἀμελησάντων καθὰ μὴ λίαν καινὴ πόλις συνῴκιστο τειχίζειν, ἀλλʼ ἐπὶ τὸ τρίτον ἦν εὐπέτεια, διʼ οὗ τὴν ἄνω πόλιν καὶ διὰ τῆς Ἀντωνίας τὸ ἱερὸν αἱρήσειν ἐπενόει. 5.261ἐν δὲ τούτῳ περιιόντος αὐτοῦ τοξεύεταί τις τῶν φίλων, ὄνομα Νικάνωρ, κατὰ τὸν λαιὸν ὦμον, ἔγγιον μετὰ τοῦ Ἰωσήπου προσελθὼν καὶ πειρώμενος εἰρηνικὰ τοῖς ἐπὶ τοῦ τείχους, οὐ γὰρ ἄγνωστος ἦν, διαλέγεσθαι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.251 Joseph. BJ 5.259 (English) >>Joseph. BJ 5.264

Powered by PhiloLogic